Θ΄ ᾠδὴ τοῦ κανόνα μετά τῆς Καταβασίας
Βρείτε ολόκληρο το album εδώ: [ Ссылка ]
Ποιητικά Κείμενα:
ᾨδὴ θ΄. Ἧς ἡ ἀκροστιχὶς Ἀλφάβητος ἀντιστρόφως.
Μεγαλυνάριον.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὁ Εἱρμός.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ,
Ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων.
Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως,
Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει
βοάτω· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὑπὲρ ἔννοιαν συλλαβοῦσα Θεόν,
Τῆς φύσεως θεσμοὺς ἔλαθες Κόρη,
Σὺ γὰρ ἐν τῷ τίκτειν τὰ μητέρων διέδρας,
Ῥευστὴ φύσις περ καθεστηκυῖα. Ὅθεν ἐπαξίως
ἀκούεις· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Πῶς πηγάζεις γάλα Παρθένε ἁγνή,
Οὐ φέρει ἐξειπεῖν γλῶσσα βροτεία.
Ξένον γὰρ φύσεως ἐπιδείκνυσαι πρᾶγμα,
Νομίμου γονῆς ὅρους ὑπερβαῖνον. Ὅθεν ἐπαξίως
ἀκούεις· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Μυστικῶς ταῖς ἱεροτεύκτοις Γραφαῖς,
Λαλεῖται περὶ σοῦ, Μῆτερ Ὑψίστου·
Κλίμακα γὰρ πάλαι Ἰακώβ σε προτυποῦσαν,
Ἰδὼν ἔφη, Βάσις Θεοῦ αὕτη. Ὅθεν ἐπαξίως
ἀκούεις· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Θαυμαστὸν τῷ ἱεροφάντῃ Μωσεῖ,
Ἡ βάτος καὶ τὸ πῦρ ἔδειξε τέρας.
Ζητῶν δὲ τὸ πέρας εἰς διάβασιν χρόνου,
Ἐν Κόρῃ ἁγνῇ, ἔφη, κατοπτεύσω· ᾗ ὡς Θεοτόκῳ
λεχθείη· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Δανιήλ σε ὄρος καλεῖ νοητόν,
Γεννήτριαν Θεοῦ ὁ Ἡσαΐας,
Βλέπει δὲ ὡς πόκον Γεδεών, ὁ Δαυῒδ δέ,
Ἁγίασμα φάσκει, πύλην δέ σε ἄλλος· ὁ δὲ Γαβριήλ
σοι κραυγάζει· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Καταβασία
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ,
Ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων.
Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως,
Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα,
ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων
ὑπάρχεις Παρθένε Ἁγνή.
Credits:
Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
Μουσικὴ, ἐπεξεργασία: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Ἀντιγραφὴ μουσικῶν κειμένων
καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος
Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου,
Κωνσταντῖνος
Λανάρας
Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου
Ἡ ἠχογράφηση πραγματοποιήθηκε στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
στὶς 18-21 Ἰουνίου 2002 π. ἡμ. (1-4 Ἰουλίου ν. ἡμ.) ἀπὸ τὸν Νίκο Διονυσόπουλο.
Ὅλες οἱ πληροφορίες ποὺ ἀναγράφονται στὸ παρὸν εἶναι προϊὸν ἰδιοκτησίας.
Μὲ τὴν ἐπιφύλαξη κάθε νόμιμου δικαιώματος.
P + © 2003 ΙΕΡΑ ΜΕΓΙΣΤΗ ΜΟΝΗ ΒΑΤΟΠΑΙΔΙΟΥ – ΑΓΙΟΝ ΟΡΟΣ
Enati odi kanona me katavasia
Download the album: [ Ссылка ]
#Theotokos #IeraMegistiMoniVatopediou #ChoirofVatopediFathers #IMMB
Ещё видео!