Η σύναξις των Αγίων Εβδομήκοντα Αποστόλων. Απολυτίκιο κοντάκιο μεγαλυνάριο.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζουν στις 4 Ιανουαρίου.
Απολυτίκιον.Ἦχος γ’. Θείας Πίστεως.
Θείας πίστεως, τῷ ἀμφιβλήστρῳ, ἐζωγρήσατε, ἐθνῶν ἀγέλας, Ἑβδομήκοντα Κυρίου Ἀπόστολοι, πρὸς εὐσεβείας τὴν θείαν ἐπίγνωσιν, ὡς δεδεγμένοι τὴν χάριν τοῦ Πνεύματος. Μύσται ἔνθεοι, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον.Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς Ἑβδομήκοντα σοφοὺς Ἀποστόλους, ὡς εὐσεβείας γεωργοὺς θεηγόρους, χαρμονικῶς αἰνέσωμεν ᾀσμάτων ᾠδαῖς· οὗτοι γὰρ τῆς πίστεως, τὸν σωτήριον λόγον, κόσμῳ ἐγκατέσπειραν, ὡς Χριστοῦ οἰκονόμοι· καὶ νῦν ἀπαύστως νέμουσιν ὑμῖν, τῶν ἐπταισμένων θεόθεν τὴν ἄφεσιν.
Μεγαλυνάριον. 'Ηχος πλ.δ'.
Ἑβδομηκοντάριθμος καὶ σεπτός, δῆμος Ἀποστόλων, τὸν τῆς πίστεως θησαυρόν, τοῖς ἐν ἀπιστίᾳ, διέδωκαν πλουσίως· ὑμνήσωμεν τὴν τούτων, θείαν συνέλευσιν.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ещё видео!