Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα
Και νύν είς τον στίχον εορτής εισοδίων της Θεοτόκου
Μέλος Θεοφάνους Βατοπαιδινού Ἦχος πλ. β'
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ο Βυζαντινός χορός "ΤΡΟΠΟΣ" συμμετείχε στις λατρευτικές εκδηλώσεις στην Ιερά Μονή Σινά για την εορτή της Αγίας Αικατερίνης και την επέτειο των σαράντα ετών αρχιερατείας του Σεβασμιωτάτου Αρχιεπισκόπου Σινά κυρίου Δαμιανού.
[ Ссылка ]
Ещё видео!