Ψάλλει ο Θεόφραστος Α. Βογιατζής καθηγητής Βυζαντινής Μουσικής.
Ἦχος α'
Ὠδὴ α΄.
Χριστὸς γεννᾶται, δοξάσατε·
Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε·
Χριστὸς ἐπὶ γῆς, ὑψώθητε·
ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ
καὶ ἐν εὐφροσύνῃ
ἀνυμνήσατε, λαοί, ὅτι δεδόξασται.
Ὠδὴ γ΄.
Τῷ πρὸ τῶν αἰώνων
ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ
καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου
σαρκωθέντι ἀσπόρως
Χριστῷ τῷ Θεῷ βοήσωμεν·
Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν
ἅγιος εἶ, Κύριε.
Ὠδὴ δ΄.
῾Ράβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ
καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ,
ἐκ τῆς Παρθένου ἀνεβλάστησας·
ἐξ ὄρους ὁ αἰνετὸς
κατασκίου δασέος
ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου
ὁ ἄϋλος καὶ Θεός·
δόξα τῇ δυνάμει σου, Κύριε.
Ὠδὴ ε΄.
Θεὸς ὢν εἰρήνης,
Πατὴρ οἰκτιρμῶν,
τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον
εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν·
ὅθεν θεογνωσίας
πρὸς φῶς ὁδηγηθέντες,
ἐκ νυκτὸς ὀρθρίζοντες
δοξολογοῦμέν σε, Φιλάνθρωπε.
Ὠδὴ ς΄.
Σπλάγχνων Ἰωνᾶν ἔμβρυον ἀπήμεσεν
ἐνάλιος θήρ, οἷον ἐδέξατο·
τῇ Παρθένῳ δὲ
ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβὼν
διελήλυθε φυλάξας ἀδιάφθορον·
ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως,
τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
Ὠδὴ ζ΄.
Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες
δυσσεβοῦς προστάγματος καταφρονήσαντες,
πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν,
ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον·
Ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η΄.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος
ἐξεικόνισε κάμινος τύπον·
οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους,
ὡς οὐδὲ πῦρ τῆς θεότητος
Παρθένου ἣν ὑπέδη νηδύν.
Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·
εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ΄.
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν,
καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον ὁρῶ καὶ παράδοξον!
οὐρανὸν τὸ σπήλαιον·
θρόνον χερουβικὸν τὴν Παρθένον·
τὴν φάτνην χωρίον,
ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος,
Χριστὸς ὁ Θεός,
ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Ещё видео!