Ἦχος ὁ αὐτός.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Δευτέραν Εὔαν τὴν Αἰγυπτίαν εὑρὼν ὁ δράκων, διὰ ῥημάτων ἔσπευδε, κολακείαις ὑποσκελίσαι τὸν Ἰωσήφ· ἀλλ᾿ αὐτὸς καταλιπὼν τὸν χιτῶνα, ἔφυγε τὴν ἁμαρτίαν καὶ γυμνὸς οὐκ ᾐσχύνετο, ὡς ὁ πρωτόπλαστος πρὸ τῆς παρακοῆς. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστέ, ἐλέησον ἡμᾶς.
Ещё видео!