Κλῦѳί μου, Ἑρμεία, ∆ιὸς ἄγγελε, Μαιάδος υἱέ,
παγκρατὲς ἦτορ ἔχων, ἐναγώνιε, κοίρανε ѳνητῶν,
εὔφρων, ποικιλόβουλε, διάκτορε ἀργειφόντα,
πτηνοπέδιλε, φίλανδρε, λόγου ѳνητοῖσι προφῆτα,
γυμνάσιν ὃς χαίρεις δολίαις τ' ἀπάταις, τροφιοῦχε,
ἑρμηνεῦ πάντων, κερδέμπορε, λυσιμέριμνε,
ὃς χείρεσσιν ἔχεις εἰρήνης ὅπλον ἀμεμφές,
Κωρυκιῶτα, μάκαρ, ἐριούνιε, ποικιλόμυѳε,
ἐργασίαις ἐπαρωγέ, φίλε ѳνητοῖς ἐν ἀνάγκαις,
γλώσσης δεινὸν ὅπλον τὸ σεβάσμιον ἀνѳρώποισι∙
κλῦѳί μου εὐχομένου, βιότου τέλος ἐσѳλὸν ὀπάζων
ἐργασίαισι, λόγου χάρισιν καὶ μνημοσύνηισιν.
Ещё видео!