Απολυτίκιο κοντάκιο μεγαλυνάριο, της Οσίας Θεοφανούς της Βασιλίσσης.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 16 Δεκεμβρίου.
Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Προελομένη τὰ οὐράνια πόθῳ, Θεοφανὼ τὴν βιοτὴν διεξῆλθες, ἀγγελικῶς ἐν γῇ περιπολεύουσα· ὅθεν κατηξίωσαι, οὐρανίων χαρίτων, σὺν Ἀγγέλων τάξεσι, καὶ Ἁγίων χορείαις, παρισταμένη τῷ Παμβασιλεῖ· ὃν ἐκδυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τὴν ἐν τῷ μέσῳ ἀνακτόρων ἀναλάμψασαν
Ὡς ἐν ἐρήμῳ ἁγιότητος ταῖς λάμψεσιν,
Ὡς θεόφρονα τιμήσωμεν βασιλίδα·
Βασιλείαν γὰρ λιποῦσαι τὴν ἐπίγειον
Τὴν οὐράνιον ἐνθέως ἐκληρώσατο·
Χαίροις λέγοντες, Θεοφανὼ παμμακάριστε.
Μεγαλυνάριον.
Τῆς θεοφανείας τῆς μυστικῆς, τὴν βουλὴν πληροῦσα, ὡς βασίλισσα νουνεχής, τῆς ὑπερκοσμίου, ἐπέβης βασιλείας, Θεοφανὼ Ὁσία ἀξιοθαύμαστε.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαναννίτου του υμνογράφου.
Ещё видео!