ΔΟΞΑΣΤΙΚΟN ΕΣΠΕΡΙΩΝ ΧΓεννῶν, ΑΥΓΟΥΣΤΟΥ ΜΟΝΑΡΧΗΣΑΝΤΟΣ, ΗΧΟΣ Β´ μέλος βυζαντινόν (13ος αἰ.) κῶδιξ ΕΒΕ 883, μεταγραφή: ἸΩ. ΑΡΒΑΝΙΤΗΣ
NATIVITY VESPERS’ DOXASTIKON, ΑΥΓΟΥΣΤΟΥ ΜΟΝΑΡΧΗΣΑΝΤΟΣ, MODE II, byzantine melody (13th c.) from ms. EBE 883, transcription IO. ARVANITIS.
"Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς
ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο·
καὶ σοῦ τοῦ ἐνανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς
ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται.
Ὑπὸ μίαν βασιλείαν ἐγκόσμιον, αἱ πόλεις γεγένηνται.
καὶ εἰς μίαν Δεσποτείαν Θεότητος, τὰ Ἔθνη ἐπίστευσαν.
Ἀπεγράφησαν οἱ λαοί, τῷ δόγματι τοῦ Καίσαρος·
ἐπεγράφημεν οἱ πιστοί, ὀνόματι Θεότητος,
σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν.
Μέγα σου τὸ ἔλεος, δόξα σοι".
Παραγωγή: Kouphisma 2006
Επικοινωνία:
Τηλ.: 6973200562
e-mail: george@romeiko.org
romeiko.enseble@gmail.com
Ещё видео!