Ψάλλει χορωδία υπό την διεύθυνση του Σπυρίδωνος Παυλάκη, πρωτοψάλτου, καθηγητού βυζαντινής μουσικής και μονωδίας Εθνικού Ωδείου Αθηνών και διευθυντού Δημοτικής Μουσικής Σχολής Πάρου στο Μέγαρο Μουσικής Αθηνών (4/4/2012).
''Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνονἀναλαβών, ὀδυρόμενος ἔλεγεν· οἴμοι, γλυκύτατε Ἰησοῦ ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳἐκυμαίνετο, καὶ διεῤῥήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ´ ἰδοὺ νῦν βλέπω σε, δι´ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον· πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποία ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφὴν σου, σὺν τῇ Ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι".
Ещё видео!