Ἦχος πλ. α’
Χαίροις ἀσκητικῶν ἀληθῶς, * ἀγωνισμάτων τὸ εὐῶδες κειμήλιον· * σταυρὸν γὰρ ἐπ' ὤμων ἄρας, καὶ τῷ Δεσπότῃ Χριστῷ, * σεαυτὸν Παμμάκαρ ἀναθέμενος, * σαρκὸς κατεπάτησας, * τὸ χαμαίζηλον φρόνημα, * ταῖς ἀρεταῖς δέ,*τὴν ψυχὴν κατελάμπρυνας, * καὶ πρὸς ἔνθεον, ἀνεπτέρωσας ἔρωτα. * Ὅθεν τὴν παναγίαν σου, * κυκλοῦντες πανεύφημε, * λάρνακα Σάββα τῆς θείας, * φιλανθρωπίας αἰτούμεθα, * τυχεῖν σαῖς πρεσβείαις, * καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.
Ещё видео!