Ἦχος πλ. α´.
Πάσα πνοή αινεσάτω τον Κύριον. Αινείτε τον Κύριον εκ των Ουρανών· αινείτε αυτόν εν τοις υψίστοις· σοι πρέπει ύμνος τω Θεώ.
Στιχ. "Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ"
Κύριε, ἐσφραγισμένου τοῦ τάφου
ὑπὸ τῶν παρανόμων,
προῆλθες ἐκ τοῦ μνήματος,
καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου·
οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης
οἱ ἀσώματοί σου ἄγγελοι·
οὐκ ᾔσθοντο πότε ἀνέστης
οἱ φυλάσσοντές σε στρατιῶται·
ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι,
πεφανέρωται δὲ τὰ θαύματα
τοῖς προσκυνοῦσιν
ἐν πίστει τὸ μυστήριον·
ὁ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν
καὶ τὸ μέγα ἔλεος.
Ещё видео!