Απολυτίκιο κοντάκιο μεγαλυνάριο, της Οσίας Μητρός Θεοκτίστης της Λέσβιας.
Ψάλλει ο ιεροψάλτης Απόστολος Κουτσιμανής.
Εορτάζει στις 9 Νοεμβρίου.
Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ἡ Λέσβος βλάστημα, θεῖόν σε κέκτηται, τοῖς δὲ ἀγῶσί σου, Πάρος ἡγίασται, καὶ τῷ σῶ σκήνει τῷ σεπτῷ, πεπλούτισται Ἰκαρία. Ὅθεν ὡς παρθένον σε, καὶ Ὁσίαν γεραίρομεν, καὶ ἐπιβοώμεθα, τὴν θερμὴν προστασίαν σου, ἣν δίδου τοῖς βοῶσί σοι Μῆτερ· χαίροις Ὁσία Θεοκτίστη.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς ἐγκρατείας τὴν τρυγόνα τὴν φιλέρημον
Καὶ παρθενίας τὴν ὑψίκομον κυπάρισσον
Θεοκτίστην εὐφημήσωμεν τὴν Ὁσίαν.
Ὑπὲρ φύσιν ἐν τῇ Πάρῳ γὰρ ἀσκήσασα
Ἐκκλησίας κατεφαίδρυνε τὸ πλήρωμα·
Ἧ βοήσωμεν, χαίροις Μῆτερ ἰσάγγελε.
Μεγαλυνάριον.
Χαίροις τὸ τῆς Λέσβου ἄνθος τερπνόν, τὸ τὴν εὐωδίαν, διαπνεῦσαν τὴν μυστικήν, ἐν τῇ νήσῳ Πάρῳ, θεόφρον Θεοκτίστη, ὀδμῆς τῆς θεοκτίστου, ἐξομοιώσεως.
Οι ύμνοι εποιήθησαν εν Αγίω 'Ορει, υπο του Αγίου Γερασίμου Μικραγιαννανίτου του υμνογράφου.
Ещё видео!