Καταβασίες Κυριακής Σταυροπροσκυνήσεως.
Ψάλλει η Ελληνική Βυζαντινή Χορωδία.
Διευθύνει ο Αντώνιος Αετόπουλος.
Ζωντανή ηχογράφηση στον Ιερό Ναό Αγίου Γεωργίου Παπάγου.
Κυριακή 7 Απρ 2024.
Πηγή: www.pemptousia.tv
Τις Ιερές Ακολουθίες μπορείτε να παρακολουθήσετε και μετά το πέρας αυτών στο on demand περιεχόμενο της pemptousia.tv στην κατηγορία «Ιερές Ακολουθίες με την Ελληνική Βυζαντινή Χορωδία», την οποία θα βρείτε στις Εκπομπές [ Ссылка ]
Ὠδὴ α΄
Ὁ θειότατος προετύπωσε πάλαι Μωςῆς, ἐν Ἐρυθρᾷ θαλάσῃ, διαβιβάσας Ἰσραήλ, τῷ Σταυρῷ σου τὴν ὑγράν, τῇ ράβδω τεμών, ὠδὴν σοι ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.
Ὠδὴ γ΄.
Στερέωσον Δέσποτα Χριστέ, τῷ Σταυρῷ σου ἐν πέτρᾳ με τῇ τῆς πίστεως, μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαῖς τοῦ δυσμενοῦς μόνος γὰρ εἶ Ἅγιος.
Ὠδὴ δ΄.
Ἐπὶ Σταυροῦ σε Δυνατέ, ὁ φωστὴρ ὁ μέγας κατιδών, τρόμω ἐπαρθεῖς τὰς ἀκτίνας, συνέστειλεν, ἔκρυψε πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν· καὶ γὰρ ἐπλήσθη ἡ γῆ, τῆς σῆς αἰνέσεως.
Ὠδὴ ε΄.
Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὑράμενοι τῷ Σταυρῷ σου· δι’ οὗ ἀνεκαίνισας τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρὸς ἀνέσπερον ἄγων ἡμᾶς.
Ὠδὴ στ΄.
Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνᾶς, ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε, καὶ ἀνέθορε, σεσωσμένος τοῦ θηρός, τῇ δυνάμει σου Λόγε.
Ὠδὴ ζ΄.
Φλογώσεως ὁ Παῖδας ρυσάμενος, σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς, καὶ Σταυρῷ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
Ὠδὴ η΄
Χείρας ἐν τῷ λάκκῳ βληθείς, τῶν λεόντων ποτέ, ὁ μέγας ἐν Προφήταις, σταυροειδῶς ἐκπετάσας, Δανιὴλ ἀβλαβής, ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν, τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ΄.
Ὢ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν.
Ещё видео!