Μάρτυς καλλιπάρθενε, Αἰκατερίνα Θεόφρων,
ἄνθος καθαρότητος
καὶ σοφίας ὄργανον παναρμόνιον,
τῶν δεινῶν ρύσαι με
καὶ σκολιωτάτων σοφισμάτων τοῦ ἀλάστορος,
καὶ ἐν σεμνότητι καὶ δικαιοσύνη πορεύεσθαι,
ἀξίωσόν με δέομαι, ἐν τῷ βίῳ τούτῳ τῷ ρέοντι,
ὡς ἂν θεαρέστως, βιώσας τῶν ἀγήρων ἀγαθῶν,
μέτοχος γένωμαι ἔνδοξε, τῇ θερμῇ δεήσει σου.
Ещё видео!